Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.230 Joseph. AJ 20.235 (English) >>Joseph. AJ 20.240

20.233μετὰ δὲ χρόνον ἐτῶν ἁλώσεως ἑβδομήκοντα τῆς ὑπὸ Βαβυλωνίων γενομένης Κῦρος Περσῶν βασιλεὺς ἀπέλυσεν τοὺς ἐκ Βαβυλῶνος Ἰουδαίους ἐπὶ τὴν οἰκείαν γῆν πάλιν καὶ συνεχώρησεν τὸν ναὸν ἀνεγεῖραι. 20.234τότε δὴ τῶν ὑποστρεψάντων αἰχμαλώτων Ἰησοῦς τοῦ Ἰωσεδὲκ εἷς ὢν τὴν ἀρχιερωσύνην λαμβάνει. λαμβάνει δʼ οὗτος αὐτὸς καὶ οἱ ἔγγονοι αὐτοῦ πεντεκαίδεκα συνάπαντες μέχρι βασιλέως Ἀντιόχου τοῦ Εὐπάτορος, ἐπολιτεύοντο δὲ δημοκρατικῶς ἔτη τετρακόσια δεκατέσσαρα. 20.235

Πρῶτος δʼ Ἀντίοχος προειρημένος καὶ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ καὶ καθιστᾶσιν Ἰάκιμον ἀρχιερέα, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης. 20.236διὰ τοῦτο καὶ Ὀνίας τοῦ τετελευτηκότος Ὀνίου ἐξάδελφος ὁμώνυμος τῷ πατρὶ παραγενόμενος εἰς Αἴγυπτον καὶ διὰ φιλίας ἀφικόμενος Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ αὐτοῦ, πείθει τούτους κατὰ τὸν Ἡλιοπολίτην νομὸν δειμαμένους τῷ θεῷ ναὸν παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι. 20.237ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τοῦ κατασκευασθέντος ἐν Αἰγύπτῳ πολλάκις ἐδηλώσαμεν. δὲ Ἰάκιμος ἔτη τρία τὴν ἀρχιερωσύνην κατασχὼν ἐτελεύτησεν. διεδέξατο δʼ αὐτὸν οὐδείς, ἀλλὰ διετέλεσεν πόλις ἐνιαυτοὺς ἑπτὰ χωρὶς ἀρχιερέως οὖσα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.230 Joseph. AJ 20.235 (English) >>Joseph. AJ 20.240

Powered by PhiloLogic